Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 32
Dioscurides Pedianus, De materia medica 32.2-2
Not analysed yet
τὸ δὲ ψευδοδίκταμνον καλούμενον φύεται μὲν ἐν πολλοῖς 2 τόποις, ἐμφερὲς δὲ τῳ πρὸ αὐτοῦ, ἔλαττον δὲ καὶ ἦττον δριμύ. ποιεῖ δὲ τὰ αὐτὰ τῷ δικτάμνῳ, οὐχ ὁμοίως ἐνεργοῦν. φέρεται δὲ καὶ ἀπὸ Κρήτης ἕτερον εἶδος δικτάμνου, φύλλοις ἐοικὸς σισυμβρίου, κλωσὶ δὲ μεῖζον, ἐφʼ ὧν ἄνθος ὀριγάνῳ ἀγρίῳ ἐοικός, μέλαν, μαλακόν· ὀσμὴ δὲ τῶν φύλλων μεταξὺ σισυμβρίου καὶ ἐλελισφάκου, ἡδίστη. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ πρὸ αὐτῆς, ἦσσον πληκτικὴ ὑπάρχουσα· μείγνυται δὲ καὶ ἐμπλάστροις θηριακαῖς.