Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 33
Dioscurides Pedianus, De materia medica 33-2
Not analysed yet
33 ἐλελίσφακον· οἱ δὲ ἐλαφοβόσκον, οἱ δὲ σφάγνον. θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέστερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνάτριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, ἔμβρωμα· καπτὸν δὲ ἐπʼ ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δὲ ἐν τραχέσι χωρίοις |. 2 δύναμιν δὲ ἔχει τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων οὖρα ἄγειν πινόμενον καὶ ἔμμηνα καὶ ἔμβρυα κατασπᾶν καὶ τρυγόνος πληγαῖς ἀρήγειν μελαίνει δὲ καὶ τρίχας καὶ τραυματικὴ καὶ ἴσχαιμος καὶ ἀποκαθαρτικὴ τῶν θηριωδῶν ἑλκῶν ἐστι. παύει δὲ σὺν οἴνῳ τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων αὐτῆς προσκλυζόμενον κνησμούς τοὺς περὶ τὰ αἰδοῖα.