Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 34
Dioscurides Pedianus, De materia medica 34.2
Not analysed yet
2 σὺν ἁλσὶ δὲ τοῖς κυνοδήκτοις κατάπλασμα, ὠταλγίαις τε ὁ χυλὸς σύν μελικράτῳ ἁρμόζει. γυναιξὶ δὲ πρὸ τοῦ πλησιάζειν προστιθέμενον ἀσυλληψίαν ἐργάζεται γλῶσσάν τε τραχεῖαν παρατριβόμενον λεαίνει καὶ γάλα ἀτύρωτον φυλάσσει, ἐναποκλυσθέντων αὐτῷ κλωναρίων, καὶ καθόλου ἐστὶν εὐστόμαχον καὶ ἀρτυματῶδες. γίνεται δὲ καὶ ἄγριον ἡδύοσμον, δασύτερον τοῖς φύλλοις καὶ βραχεῖ μεῖζον σισυμβρίου, τὴν ὀσμὴν βρωμωδέστερον καὶ ἥττον εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετον.