Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 34
Dioscurides Pedianus, De materia medica 34.1
Not analysed yet
34 ἡδύοσμον, οἱ δὲ μίνθην· γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν· ὅθεν αἷμα ἵστησι πινόμενος ὁ χυλὸς αὐτοῦ μετʼ ὄξους καὶ ἕλμινθας κτείνει στρογγύλας, ἀφροδίσιά τε ἐρεθίζει καὶ λυγμούς καὶ ἐμέτους καὶ χολέραν παύει δύο ἢ τρία κλωνία σὺν ῥοᾶς ὀξείας κυλῷ ποθέντα· διαφορεῖ δὲ καὶ ἀποστήματα μετʼ ἀλφίτου καταπλασθὲν καὶ κεφαλαλγίαν παρηγορεῖ ἐπιτεθὲν τῷ μετώπῳ μαστῶν τε περίτασιν καὶ σπάργησιν πραύνει.