Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 35
Dioscurides Pedianus, De materia medica 35-2
Not analysed yet
35 ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας —ζῷα δ' ἐστὶ πολύποδα, ὄφαιρούμενα κατὰ τὰς ἐπαφὰς τῶν χειρῶν —ποθέντες σὺν οἴνῳ βοηθοῦσι δυσουρίᾳ καὶ ἰκτέρῳ, διαχρισθέντες δὲ μετὰ μέλιτος συναγχικοῖς βοηθοῦσι, καὶ πρὸς ὠταλγίαν δὲ λεῖοι σὺν ῥοδίνῳ θερμανθέντες ἐν κελύφει ῥόας καὶ ἐνσταγέντες ἁρμόζουσιν.