Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 35
Dioscurides Pedianus, De materia medica 35.2
Not analysed yet
πασῶν δὲ τὰ 2 φύλλα γευομένῳ πυρωτικά ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δʼ ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις. πινομένη δὲ καὶ καταπλασσομένη ἀρήγει ἑρπετοδήκτοις· ἄγει δὲ καὶ οὖρα τὸ ἀφέψημα πινόμενον· βοηθεῖ δὲ καὶ ῥήγμασι καὶ σπάσμασι καὶ ὀρθοπνοίᾳ καὶ στρόφοις καὶ χολέρᾳ καὶ ῥίγει, καὶ πρὸς τὰ θανάσιμα προπινομένη ποιεῖ σὺν οἴνῳ καὶ ἴκτερον ἀποκαθαίρει ἕλμινθάς τε κτείνει καὶ ἀσκαρίδας σὺν ἁλσὶ καὶ μέλιτι πινομένη ἑφθή τε καὶ ὠμὴ τετριμμένη, ὠφελεῖ