Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 35
Dioscurides Pedianus, De materia medica 35.3
Not analysed yet
3 καὶ ἐλεφαντιῶντας βρωθεῖσα ἐπιπινομένου ὄρρου γάλακτος. φθείρει δὲ καὶ ἔμβρυα καὶ ἔμμηνα ἄγει τὰ φύλλα λεῖα ἐν προσθέτῳ, θυμιαθέντα δὲ ἑρπετὰ διώκει καὶ ὑποστρωννύμενα. λευκαίνει δὲ καὶ μελαίνας οὐλὰς ἑψηθεῖσα ἐν οἴνῳ καὶ καταπλασθεῖσα, καθαίρει καὶ ὑπώπια ἰσχιαδικοῖς τε ἐπιτίθεται εἰς μετασύγκρισιν, ἐπικαίουσα τὴν ἐπιφάνειαν, καὶ σκώληκας τοὺς ἐν ὠσὶ κτείνει ὁ χυλὸς ἐνσταζόμενος.