Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 36
Dioscurides Pedianus, De materia medica 36.1
Not analysed yet
36 θύμος· γινώσκεται ὑπὸ πάντων|. θαμνίσκιον φρυγανοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περιειλημμένον, ἔχον ἐπʼ ἄκρου κεφάλια ἄνθους περίπλεαs, πορφυρίζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις. δύναμιν δὲ ἔχει πινόμενον μετὰ ἀλῶν καὶ ὄξους ἄγειν φλεγματῶδες κατὰ κοιλίαν.