Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 37
Dioscurides Pedianus, De materia medica 37-3
Not analysed yet
37 θύμβρα· καὶ αὐτὴ γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον. δύναται |δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος. γίνεται δὲ καὶ σπαρτὴ θύμβρα, κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα.