Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 38
Dioscurides Pedianus, De materia medica 38.2
Not analysed yet
φύεται 2 ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων καὶ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν ἐπιτηδειότερος· ἔμμηνά τε γὰρ ἄγει καὶ οὖρα κινεῖ πινόμενος· ὠφελεῖ καὶ στρόφους, σπάσματα, ῥήγματα, ἥπατος φλεγμονάς καὶ πρὸς ἑρπετὰ πινόμενός τε καὶ καταπλασσόμενος, κεφαλῆς τε ὀδύνην παραμυθεῖται ἑψηθεὶς σὺν ὄξει καὶ καταβραχεὶς μιγέντος αὐτῷ ῥοδίνου· μάλιστα δὲ ἐπὶ ληθάργου καὶ φρενίτιδος ἁρμόζει. παύει δὲ καὶ ἔμετον αἵματος δραχμῶν τεσσάρων πλῆθος μετʼ ὄξους ποθείς.