Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 39
Dioscurides Pedianus, De materia medica 39-2
Not analysed yet
39 σάμψουχον κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, δευτερεύει δὲ τούτου τὸ Αἰγύπτιον καλεῖται δὲ ὑπὸ Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δέ ἐστι πολύκλωνος, ἕρπουσα ἐπὶ γῆς, φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα εὐώδης καὶ θερμαντική, πλεκομένη καὶ εἰς στεφάνους. ἁρμόζει δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐπὶ ἀρχομένων ὑδρωπικῶν καὶ δυσουρούντων καὶ στροφουμένων. 2 ξηρὰ δὲ τὰ φύλλα ἐπιπλασθέντα μετὰ μέλιτος αἴρει ὑπώπια καὶ ἔμμηνα ἄγει ἐν προσθέτῳ· πρὸς δὲ σκορπίου πληγὴν μετὰ ἀλῶν καὶ ἴξους καταπλάσσεται, πρὸς δὲ στρέμματα μετὰ κηρωτῆς ἀναληφθέντα ἐπιτίθεται καὶ πρὸς οἰδήματα ὁμοίως ἀναληφθέντα κηρωτῇ καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς καταπλάσσεται μετὰ πάλης ἀλφίτου· μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι πρὸς τὸ θερμαίνειν.