Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter preface
Dioscurides Pedianus, De materia medica 4
Not analysed yet
4 ἡμεῖς δὲ ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας ἄληκτόν τινα ἔχοντες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης καὶ πολλὴν γῆν ἐπελθόντες —οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον —συναγηόχαμεν τὴν πραγματείαν ἐν πέντε βιβλίοις σοῦ προτρεψαμένου, ᾧ καὶ τὴν σύνταξιν ἀνατίθεμεν, εὐχάριστον ἐκπληροῦντες πάθος δι᾿ ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν, φύσει μὲν πρὸς πάντας τοὺς ἀπὸ παιδείας ἀναγομένους οἰκειούμενος, μάλιστα δὲ πρὸς τοὺς ὁμοτέχνους, ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ οὐ σμικρὸν τῆς ἐν σοὶ καλοκἀγαθίας καὶ ἡ τοῦ κρατίστου Λαικανίου Βάσσου πρὸς σὲ διάθεσις, ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν ἀξιοζήλωτον τὸ παῤ ἀμφοτέρων ὑμῶν πρὸς ἀλλήλους εὔνουν ὁρῶντες.