Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 4
Dioscurides Pedianus, De materia medica 4.1-2
Not analysed yet
4 πορφύρα καεῖσα δύναμιν ἔχει ξηραντικήν, θμηκτικὴν ὀδόντων, ὑπερσαρκιυμάτων δὲ κατασταλτικήν ἀνακαθαρτικὴν ἑλκῶν καὶ ἀπουλωτικήν. τὰ δὲ αὐτὰ ποιοῦσι καὶ οἱ κ ἡρυκες καέντες, καυστικώτεροι ὄντες, ἐὰν δέ τις ἁλῶν πληρώσας αὐιοὺς ἐν ὠμῇ χύτρᾳ πάλιν καύσῃ, ἁρμόζουσι πρὸς σμῆξιν ὀδόντων καὶ κατακαύματα ἐπιπλασθέντες. ἐᾶν δὲ δεῖ ἀποστρακοῦσθαι τὸ φάρμακον ἀπουλωθέντος γὰρ τοῦ κατακαύματος αὐτόματον ἀποπίπιει.