Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 4
Dioscurides Pedianus, De materia medica 4.2-2
Not analysed yet
2 γίνεται δὲ καὶ ἄσβεστος ἐξ αὐιῶν, ὡς ὑποδείξομεν ἐν τῷ περὶ ἀσβέστου λόγῳ (V 132). κιόνια δὲ καλεῖται τὰ ἐπὶ τῶν πορφυρῶν καὶ κηρύκων μέσα, περὶ ἃ ἡ ἕλιξ ἐστὶ τοῦ ὀστράκου. καίεται δὲ ὁμοίως, δύναμιν ἔχοντα καυστικωτέραν τῶν κηρύκων καὶ τῆς πορφύρας διὰ τὸ ἐπιπιέζειν αὐτῶν τὴν φύσιν. αἱ δὲ σάρκες τῶν κηρύκων εὔστομοι καὶ εὐστόμαχοι, κοιλίαν δὲ οὐ μαλάσσουσιν.