Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 40
Dioscurides Pedianus, De materia medica 40.1
Not analysed yet
40 τὸ δὲ δάφνινον σκευάζεται διὰ τῶν δαφνίδων, ὅταν ὦσι δρυπεπεῖς, ἑψομένων μεθ᾿ ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν, ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προστύψαντες κυπέρῳ καὶ σχοίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα δάφνης φύλλα περιβαλόντες συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν κανὸν γένηται τῇ ὀσμῇ ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην.