Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 40
Dioscurides Pedianus, De materia medica 40.2
Not analysed yet
ἀρίστη δὲ πρὸς σκευασίαν ἡ ὀρεινὴ καὶ πλατύφυυλλος δάφνη· 2 διαφέρει δὲ τοῦ δαφνίνου τὸ πρόσφατον, χλωρὸν τῇ χρόᾳ, πικρότατον, δριμύ. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν, κόπων λυτικήν· ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι καὶ φρίκαις καὶ ὠταλγίαις καὶ κατάρροις καὶ κεφαλαλγίαις. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν.