Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 40
Dioscurides Pedianus, De materia medica 40.1-2
Not analysed yet
40 μελίλωτος· κράτιστος ὁ ἐν Ἀττικῇ καὶ Κυζίκῳ καὶ Χαλκηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης· φύεται δὲ καὶ ἐν Καμπανίᾳ περὶ Νῶλαν τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐωδίαν. δίαν. δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικὴν πάσης φλεγμονῆς, μάλιστα δὲ τῆς περὶ ὀφθαλμοὺς καὶ μήτραν καὶ δακτύλιον καὶ διδύμους μετά γλυκέος ἑψηθεὶς καὶ καταπλασθείς, ἐνίοτε δὲ καὶ ᾠοῦ λεκίθου ὀπτῆς παραμιγείσης ἢ τηλίνου ἀλεύρου ἢ λινοσπέρμου ἡ γύρεως ἢ κωδυῶν ἢ σέρεως·