Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 42
Dioscurides Pedianus, De materia medica 42.1
Not analysed yet
42 τὸ δὲ μαστίχινον ἐκ τῆς μαστίχης λείας σκευαζέσθω. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ πάντα, ἠπίως θερμαῖνον, στῦφον, μαλάσσον, καὶ πρὸς τὰ ἐπὶ τὸν στόμαχον ἐπιρριπτόμενα σκιρρώματα καὶ κοιλιακὰ καὶ δυσεντερικὰ καὶ τὰ ἐπὶ τοῦ προσώπου, καθαῖρον καὶ εὔχροιαν περιποιοῦν. συντίθεται δὲ ἐν Χίῳ τῇ νήσῳ κάλλιστον.