Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 41
Dioscurides Pedianus, De materia medica 41
Not analysed yet
41 τὸ δὲ σχίνινον ὁμοίως ἐκ τοῦ καρποῦ τῆς σχίνου πεπείρου σκευασθέν ἤ ὡς τὸ δάφνινον προστυφθὲν ὑγιάζει ψώρας κτηνῶν καὶ κυνῶν, καὶ εἰς πεσσοὺς καὶ εἰς ἄκοπα καὶ λεπρικὰ ἐπιτηδείως μείγνυται· στέλλει δὲ καὶ ἱδρῶτας. καὶ τὸ τερεβίνθινον δὲ ὁμοίως σκευάζεται· ψύχει δὲ καὶ στύφει.