Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 42
Dioscurides Pedianus, De materia medica 42.3
Not analysed yet
τὰ δὲ φύλλα πίνεται μεθʼ ὑδρομέλιτος ἢ οἴνου κεκραμένου καὶ 3 πεπέρεως ὀλίγου πρὸς περιόδους, ἐπὶ μὲν τεταρταίων τεσσάρων κλωναρίων φύλλα, ἐπὶ δὲ τριταίων τριῶν, ἐπὶ δὲ ἀμφημερινῶν ἑνός· ἀρήγει δὲ καὶ ἐπιληψίαις πινόμενα ἐπὶ ἡμέρας τριάκοντα, ἀνὰ φύλλα λ΄, ὑγιάζει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος, τραύματά τε καὶ σύριγγας καὶ πτερύγια καταπλασθέντα μεθ᾿ ἁλὸς καὶ μέλιτος ἰᾶται· βοηθεῖ δὲ καὶ ἐντεροκηλικοῖς καὶ αἱμορραγίαν ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ καὶ πρὸς καθαρμούς καὶ ἱερουργίας καὶ ἁγνείας.