Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 42
Dioscurides Pedianus, De materia medica 42.2-2
Not analysed yet
δύναται δὲ τὸ τῆς ῥίζης ἀφέψημα ἄχρι τρίτου καταβιβασθὲν 2 ὀδονταλγίας παύειν διακρατουμένου τοῦ ἀφεψήματος ἐν στόματι, καὶ σηπεδόνας τάς ἐν στόματι διακλυζόμενον ἵστησι, καὶ τραχύτητας ἀρτηρίας ἀναγαργαριζόμενον παραιτεῖται, κοιλίᾳ τε ῥεούσῃ καὶ δυσεντερίᾳ βοηθεῖ, ἀρθριτικοῖς τε καὶ ἰσχιαδικοῖς πινόμενον· ἑφθὴ δὲ ἐν ὄξει λεία καταπλασσομένη ἕρπητας ἐπέχει, διαφορεῖ χοιράδας, σκληρίας, οἰδήματα, ἀνευρύσματα, ἀποστήματα, ἐρυσιπέλατα, πτερύγιά τε τὰ ἐν δακτύλοις καὶ κονδυλώματα καὶ ψώρας ἰᾶται· ὁ δὲ χυλὸς τῆς ῥίζης ἁπαλῆς ποιεῖ πρὸς τὰ ἐν ἥπατι καὶ πνεύμονι πάθη καὶ τὰ θανάσιμα.