Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 44
Dioscurides Pedianus, De materia medica 44.1
Not analysed yet
44 βάκχαρις· βοτάνη ἐστὶν εὐώδης, στεφανωματική, ἦς τὰ φύλλα τραχέα, μέγεθος ἔχοντα μεταξύ ἴου καὶ φλόμου· καυλὸς δὲ γωνιώδης, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων παραφυάδας, ἄνθη δὲ ἐμπόφρυρα, ὑπόλευκα |εὐώδη, ῥίζαι δὲ ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥίζα ἐψηθεῖσα ἐν ὕδατι βοηθεῖ σπάσμασι, πτώμασι, δήγμασι, δυσπνοίαις, βηχὶ χρονίᾳ, δυσουρίᾳ· ἄγει δὲ καὶ ἔμμηνα καὶ θηριοδήκτοις χρησίμως σὺν οἴνῳ δίδοται.