Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 44
Dioscurides Pedianus, De materia medica 44.2
Not analysed yet
2 προστεθεῖσα δὲ μία τῶν ῥιζῶν ἀπαλῶν ἕλκει ἔμβρυα, ταῖς τε λοχοῖς εἰς ἐγκάθισμα τὸ ἀφέψημα αὐτῆς ἁρμόζει καὶ εἰς διαπάσματα χρησιμεύει ἱκανὴν ἔχουσα τὴν εὐωδίαν. τὰ δὲ φύλλα στυπτικὰ ὄντα καταπλασσόμενα ὠφελεῖ κεφαλαλγίαν καὶ ὀφθαλμῶν φλεγμονάς καὶ αἰγίλωπα ἀρχόμενον καὶ μαστούς ἐκ τοκετῶν φλεγμαίνοντας καὶ ἐρυσιπέλατα· ἐστι δὲ καὶ ὑπνοποιοὸς ἡ ὀσμή.