Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 45
Dioscurides Pedianus, De materia medica 45.1
Not analysed yet
45 μηλίνον σκευασία· ἐλαίου ξέστας ἕξ, ὕδατος ξέστας δέκα μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγίας τρεῖς, σχοίνου οὐγγίαν μίαν καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον.