Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 44
Dioscurides Pedianus, De materia medica 44
Not analysed yet
44 ἐλατίνου σκευασία· ἐλάτην θλάσας καὶ διακνίσας ἐμβαλών τε εἰς λουτῆρα ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας τρεῖς ἀνελόμενός τε εἰς σφυρίδα ἐξίπου· ἔστω δὲ ἑκάτερα ἰσόσταθμα· εἶτα ἀποθέμενος καθαρίως ἐν ἀγγείῳ χρῶ. δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ ῥοδίνῳ, κοιλίαν δὲ οὐ μαλάσσει.