Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 45
Dioscurides Pedianus, De materia medica 45.3
Not analysed yet
3 ἀποζεσθὲν δὲ σὺν ἐλαίῳ καὶ ποθὲν ἕλμινθας ἐκτινάσσει· καταπλάσσεται δὲ καὶ πρὸς ἄρθρων ἀλγήματα σύν μέλιτι, σύν δὲ σύκῳ πρὸς ὕδρωπας ὑποσαρκιδίους· καὶ πινόμενον δὲ βοηθεῖ τούτοις καθεψηθὲν ἐν οἴνῳ ἄχρις ἡμίσους. ἐστι δὲ καὶ ἀξυωπὲς ἐσθιόμενον ὠμὸν καὶ ταριχευτὸν καὶ τὰς ἐν ὀφθαλμοῖς περιωδυνίας σὺν ἀλφίτοις καταπλασθὲν πραύνει, σὺν ῥοδίνῳ δὲ καὶ ὄξει κεφαλαλγοῦσι βοηθεῖ καὶ αἱμορραγίας τάς ἐκ μυκτήρων λεῖον ἐντεθὲν ἵστησι. τὰς δὲ τῶν διδύμων φλεγμονὰς σὺν δάφνης φύλλοις καταπλασθὲν ὠφελεῖ καὶ τὰ ἐξανθήματα σὺν μυρσίνη κηρωτῇ·