Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 45
Dioscurides Pedianus, De materia medica 45.2-2
Not analysed yet
ἑψηθὲν 2 δὲ σύν ἀνήθῳ ξηρῷ καὶ ποθὲν στρόφους παύει· ποιεῖ δὲ καὶ πρὸς πλευρᾶς πόνον καὶ θώρακος, δύσπνοιαν, βῆχας, περιπνευμονίαν, ἀλγήματα ἰσχίων, ἄρθρων, ῥίγη περιοδικὰ πινόμενον ὡς προείρηται· καὶ πρὸς ἐμπνευματώσεις δὲ κόλου καὶ ὑστέρας καὶ ἀπευθυσμένου σύν ἐλαίῳ ἑψηθὲν καὶ ἐνεθὲν πνίγας τε ὑστερικὰς λεῖον μετὰ μέλιτος κατὰ τοῦ αἰδοίου ἄχρι δακτυλίου ἐπιτεθὲν παραιτεῖται.