Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 46
Dioscurides Pedianus, De materia medica 46
Not analysed yet
46 οἰνανθίνου σκευασία· οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐώδη μαράνας βάλε εἰς ὀμφάκινον ἔλαιον καὶ κίνει μεταστρέφων. ἐάσας δὲ ἡμέρας δύο ἐξίπου καὶ ἀποτίθεσο. δύναμιν δὲ ἔχει στυπτικήν, ἀναλογοῦσαν τῇ τοῦ ῥοδίνου ἐκτὸς τοῦ τὴν κοιλίαν λύειν καὶ μαλάσσειν. καὶ τούτου δέ ἐστι δοκιμώτατον τὸ ἐμφαῖνον ἐν τῇ ὀσμῇ τὴν οἰνάνθην.