Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 52
Dioscurides Pedianus, De materia medica 52
Not analysed yet
52 ἀκρίδες ὑποθυμιώμεναι δυσουρίας, μάλιστα τὰς ἐπὶ γυναικῶν, ὠφελοῦσιν. ἡ δὲ λεγομένη ἀκρὶς τρωξαλλὶς ἢ ὄνος —ἄπτερος δέ ἐστι καὶ μεγαλόκωλος —πρόσφατος ξηρανθεῖσα σφόδρα σκορπιοπλήκτους ὠφελεῖ πινομένη σὺν οἴνῳ. χρῶνται δὲ αὐτῇ κατακόρως οἱ κατὰ Λέπτιν Λίβυες.