Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 52
Dioscurides Pedianus, De materia medica 52.5
Not analysed yet
ἔνιοι δὲ τὸ ἁπλοῦν ἐξ ἐλαίου βαλανίνου ἢ ἄλλου καὶ 5 κρίνου σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ γινόμενον· ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικὴν τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν, καὶ καθόλου πάντων ἐστὶ χρησιμώτατον πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας, ἰόνθους, πίτυρα, ἐκζέματα, μώλωπάς τε ταχέως μεταβάλλει καὶ ὁμόχρους ποιεῖ, καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον, κινεῖ δὲ καὶ οὔρησιν. ἐστι δὲ κακοστόμαχον καὶ ναυτίας ποιητικόν.