Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 53
Dioscurides Pedianus, De materia medica 53
Not analysed yet
53 ναρκίσσινον δὲ στύψεις οὕτως· ἐλαίου πεπλυμένου λίτρας ἐννέα οὐγγίας πέντε, ἀσπαλάθου λίτρας ἓξ οὐγγίας δύο κόψας καὶ βρέξας ὕδατι. τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε, εἶτα ἐξελὼν τὸν ἀσπάλαθον καὶ καλάμου λίτρας πέντε οὐγγίας ὀκτὼ καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύρα οἴνῳ παλαιῷ εὐώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξελὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου εἰς λουτῆρα ἀπόχει καὶ τοῦ ναρκίσσου ἔμβαλε ὡς ὅτι πλεῖστον τὸ ἄνθος, ἐπὶ ἡμέρας δύο κινῶν ὡς ἐπὶ τοῦ σουσίνου, ἐξίπου τε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ, μαλάσσον τὰς περὶ αὐτὴν σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές.