Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 6
Dioscurides Pedianus, De materia medica 6-2
Not analysed yet
6 καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρμενίας καὶ βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός —τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι —καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον. δύναμιν δὲ ἔχει θερμαντικήν ποιεῖ δὲ πινόμενον μεθ᾿ ὕδατος πρὸς ἐπιλημπτικούς, βήττοντας, ἰσχιαδικοὺς καὶ πρὸς παράλυσιν, ῥήγματα, σπάσματα, στρόφους καὶ ἕλμινθα πλατεῖαν ἐκβάλλει. μετ᾿ οἴνου δὲ πινόμενον νεφριτικοῖς, δυσουροῦσι, σκορπιοπλήκτοις καὶ πᾶσι τοῖς ἰοβόλοις ἁρμόζει. μετὰ δὲ δάφνης ῥίζης φλοιοῦ ποθεῖσα δραχμὴ μία λίθους θρύπτει· φθείρει καὶ ἔμβρυα ὑποθυμιώμενον καὶ ψώρας ἐξαίρει σὺν ὄξει καταχριόμενον. μείγνυται δὲ καὶ εἰς τὰς τῶν μύρων στύψεις.