Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 6
Dioscurides Pedianus, De materia medica 6-3
Not analysed yet
6 τελλῖναι νεαραὶ εὐκοίλιοι, μάλιστα δὲ δ ἐξ αὐτῶν ζωμός. ταριχηραὶ δὲ καεῖσαι καὶ τριβεῖσαι λεῖαι καὶ μετὰ κεδρίας ἐπισταζόμεναι τὰς ἐκτιλθείσας ἐκ τῶν βλεφάρων τρίχας οὐκ ἐῶσιν αὖθις φυῆναι. καὶ ὁ ἐκ τῶν χημῶν δὲ καὶ ἐκ τῶν ἄλλων κογχαρίων ζωμὸς κινεῖ κοιλίαν ἑψόμενος μετὰ ὀλίγου ὕδατος. λαμβάνεται δὲ μετʼ οἴνου.