Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 60
Dioscurides Pedianus, De materia medica 60
Not analysed yet
60 στακτὴ δὲ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπαρόν, κεκομμένης μεθʼ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε διʼ ὀργάνου. εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστι καθʼ ἑαυτὴν οὖσα μύρον τὸ καλούμενον στακτή. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς ἐλαίου καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη, οὖσαν θερμαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.