Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 62
Dioscurides Pedianus, De materia medica 62
Not analysed yet
62 νάρδινον δὲ μύρον ποικίλως σκευάζεται διὰ τοῦ μαλαβαθρίνου φύλλου καὶ δίχα τούτου. ὡς τὸ πολὺ δὲ μείγνυται τῷ βαλανίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ, πρὸς μὲν τὴν στύψιν τοῦ ἐλαίου σχοῖνος, πρὸς δὲ τὴν εὐωδίαν βάλλεται κόστος, ἄμωμον, νάρδος, σμύρνα, βάλσαμον. ἐστι δὲ χρηστὴ ἡ λεπτή, μὴ δριμεῖα, ἔχουσα τὴν εὐωδίαν τῆς ξηρᾶς νάρδου ἢ ἀμώμου. δύναμις δὲ αὐτῆς λεπτυντική, δριμεῖα, σμηκτική, θερμαντική. ὑγρὰ δέ ἐστι καὶ οὐ γλοιώδης, ἐὰν μὴ ῥητίνην ἔχῃ. σκευάζεται δὲ καὶ λιτὴ δι᾿ ὀμφακίνου ἐλαίου καὶ σχοίνου καὶ καλάμου καὶ κόστου καὶ νάρδου.