Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 63
Dioscurides Pedianus, De materia medica 63-2
Not analysed yet
63 ἀράχνη τὸ ζῷον, ὃ ὁλκὸν ἢ λύκον ἔνιοικαλοῦσι, συμμαλαχθεῖσα σπληναρίῳ καὶ ἐμπλασθεῖσα εἰς ὀθόνιον προστεθεῖσά τε τῷ μετώπῳ ἢ τοῖς κροτάφοις τριταικὰς περιόδους ὑγιάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἶμᾳ ἵστησι καὶ ἀφλέγμαντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν. ἐστι δὲ καὶ ἕτερον εῖδος ἀράχνης, κατασκευάζον τὸν ὑμένα λευκόν, πυκνόν, ὃ ἱστορεῖται ἐνδεόμενον εἰς κυστίδα καὶ περιαπτόμενον βραχίονι τεταρταικὰς περιόδους θεραπεύειν συνεψηθὲν δὲ ῥοδίνῳ ὠταλγίαις βοηθεῖ ἐγχεόμενον.