Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 64
Dioscurides Pedianus, De materia medica 64-2
Not analysed yet
64 σέλινον κηπαῖον· ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κόριον καὶ πρὸς ἀφθαλμῶν φλεγμονὰς μετʼ ἄρτου ἢ πάλης ἀλφίτου καταπλασσόμενον καὶ καῦσον στομάχου παρηγορεῖ μασιούς τε χονδριῶντας ἀνίησι, κινεῖ τε οὗρα ὠμόν τε καὶ ἐφθὸν βρωθέν· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ καὶ τῶν ῥιζῶν πινόμενον ἀντιπάσχει θανασίμοις φαρμάκοις καὶ ἐμέτους κινεῖ κοιλίαν τε ἐπέχει. 2 τὸ δὲ σπέρμα ἐστὶν οὐρητικώτερον, βοηθοῦν καὶ θηριοδήκτοις καὶ τοῖς λιθάργυρον πεπωκόσι πνευμάτων τέ ἐστι διαλυτικόν· μείγνυται δὲ καὶ ἀνωδύνοις καὶ θηριακαῖς καὶ βηχικαῖς χρησίμως. καὶ τὸ ἐλεοσέλινον δὲ τὸ γεννώμενον ἐν τοῖς ἐφύδροις τόποις, μεῖζον ὂν τοῦ ἡμέρου] σελίνου, τὰ αὐτὰ δύναται, ὁσαπερ καὶ τὸ κηπευτόν.