Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 65
Dioscurides Pedianus, De materia medica 65-2
Not analysed yet
65 σήψ, ἥν ἔνιοι Χαλκιδικὴν σαύραν ἐκάλεσαν, ἐν οἴνῳ ποθεῖσα τοὺς ὑπʼ αὑτῆς δηχθέντας ἰᾶται. 66 σκίγκ ρς. ὁ μέν τίς ἐστιν Αίγύπτιος δ δὲ νδικὸς ἄλλος ἐν τῇ Ερυθρᾷ θαλάσσῃ γεννώμενος, ἕτερος δὲ ἐν τῇ Γαιτουλίᾳ τῆς Μαυρουσιάδος εὑρίσκεται. ἐστι δὲ κροκόδειλος χερσαῖος, ἰδιογενής, ταριχευόμενος ἐν καρδάμῳ. φασὶ δὲ δύναμιν ἔχειν ποθὲν τὸ περὶ τοὺς νεφροὺς αὐτοῦ μέρος, ὅσον δραχμῆς μιᾶς πλῆθος μετʼ οἴνου, ρμητικὴν πρὸς ἀφροδίσια, ἀποπαύεσθαι δὲ τὴν ἐπίτασιν τῆς προθυμίας φακοῦ ἀφεψήματι μετά μέλιτος πινομένῳ ἢ θρίδακος σπέρματι μεθʼ ὕδατος. μείγνυται δὲ καὶ ἀντιδότοις.