Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 66
Dioscurides Pedianus, De materia medica 66
Not analysed yet
66 πετροσέλινον· φύεται ἐν Μακεδονίᾳ ἐν ἀποκρήμνοις τόποις. σπέρμα δὲ ἐοικὸς ἄμει, εὐωδέστερον δὲ καὶ δριμύτερον καὶ ἀρωματίζον, οὐρητικόν, ἐμμήνων ἀγωγόν, ἁρμόζον καὶ πρὸς στομάχου καὶ κόλου ἐμπνευματώσεις καὶ στρόφους, πρός τε πλευρᾶς πόνους καὶ νεφρῶν καὶ κύστεως ἐν ποτῷ λαμμβανόμενον· μείγνυται δὲ καὶ οὐρητικαῖς καὶ ἀντιδότοις.