Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 102
Dioscurides Pedianus, De materia medica 66.102
Not analysed yet
102 ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης, ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ πρὸς ὀδονταλγίας, τραύματά τε περιχριομένη μετʼ ὄξους ᾒ οἴνου οἰνομέλιτος. μείγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλαστικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε αἰδοίῳ καὶ ἕδρᾳ καὶ μήτρᾳ εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν σὺν θέρμων ἀποβρέγματι καὶ χαμαιλέοντος καταχριομένη θεραπεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος ποδαγρικούς καὶ ἀρθριτικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον.