Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Section 4
Dioscurides Pedianus, De materia medica 66.68.4
Not analysed yet
4 φύεται δὲ καὶ ἑτέρα ἀκακία ἐν Καππαδοκίᾳ καὶ ἐν Πόντῳ, παρεμφέρουσα τῇ Αἰγυπτίᾳ, ἐλάττων μέντοι παρὰ πολὺ καὶ χαμαίζηλος καὶ τρυφερμτέρα, περίπλεως δὲ ἀκάνθης σκολοποειδοῦς, φύλλα ἔχουσα ὅμοια πηγάνῳ. τῳ δὲ φθινοπώρῳ φέρει σπέρμα ἐν θυλακίοις συνεζευγμένοις, τριχώροις ἢ τετραχώροις, ἔλαττον φακοῦ. στύφει δὲ καὶ αὐτὴ χυλιζομένη σύμπασα, πλὴν ἥττων τῇ δυνάμει καθέστηκεν, εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος οὖσα.