Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 105
Dioscurides Pedianus, De materia medica 66.105.4
Not analysed yet
4 τὸ δὲ ἐκ χλωροῦ τοῦ ξύλου καιομένου ἐκκρινόμενον ὑγρὸν πίτυρα καὶ ψώρας καὶ λειχῆνας καταχριόμενον ἰᾶται. καὶ ὁ καρπὸς δὲ αὐτῶν καταπλασθεὶς πίτυρα καὶ νομὰς θεραπεύει. τὸ δὲ ἐν τοῖς πυρῆσιν ἐντὸς μετὰ στέατος καὶ ἀλεύρου λεπροὺς ὄνυχας ἐκτινάσσει. αἱ δὲ κολυμβάδες ἐλαῖαι λεῖαι καταπλασθεῖσαι πυρίκαυτα οὐκ ἐῶσι φλυκταινοῦσθαι, καὶ ῥυπαρὰ δὲ ἕλκη καθαίρουσιν. ὁ δὲ ἐκ τῆς ἅλμης χυλὸς αὐτῶν διακλυζόμενος οὖλα στέλλει καὶ ὀδόντας σειομένους κρατύνει.