Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 105
Dioscurides Pedianus, De materia medica 66.105.5
Not analysed yet
5 ἔστι δὲ ἡ μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία δυσκοίλιος, εὐστόμαχος, ἡ δὲ μέλαινα καὶ πέπειρος εὐδιάφθορος καὶ κακοστόμαχος, ὀφθαλμοῖς τε ἀνεπιτήδειος καὶ κεφαλαλγής· φρυγεῖσα δὲ καὶ καταπλασθεῖσα νομὰς ἵστησι καὶ ἄνθρακας περιρρήττει. τὸ δʼ ἐκ τῆς ἀγρίας ἔλαίας ἔλαιον οὔλοις διάκλυσμα μυδῶσι καὶ σταλτικὸν ὑποσάλων ὀδόντων ἐστί, πυρία τε διʼ αὐτοῦ θερμαινομένου ἐπιτήδειος οὔλοις ῥευματιζομένοις· δεῖ δὲ ἔριον μηλωτίδι περιτιθέντα ἀποβάπτειν εἰς τὸ ἔλαιον καὶ προσάπτεσθαι τῶν οὔλων, ἄχρι οὖ ἂν λευκὰ φανῇ.