Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 105
Dioscurides Pedianus, De materia medica 66.105.6
Not analysed yet
6 τὸ δὲ δάκρυον τῆς Αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμμωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν. τὸ δὲ ὅμοιον κόμμει, μελανίζον καὶ οὐ δηκτικόν, ἀχρεῖον. φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παῤ ἡμῖν ἐλαία καὶ ἀγριελαία. ποιεῖ δὲ ἀμβλυωποῦσι, καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον σμήχει, οὖρά τε καὶ ἔμμηνα κινεῖ· ποιεῖ καὶ πρὸς ὀδόντων πόνους ἐντιθέμενον εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτικοῖς, ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει καὶ λέπραν. καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία.