Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 109
Dioscurides Pedianus, De materia medica 66.109.1
Not analysed yet
109 φοῖνιξ ἐν Αἰγύπτῳ γίνεται· τρυγᾶται δὲ μεσοπορούσης τῆς κατὰ τὴν ὀπώραν ἀκμῆς, παρεμφέρων τῇ Ἀραβικῇ μυροβαλάνῳ, πτῶμα δὲ λέγεται, τῷ χρώματι χλωρός, ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεθείη πεπαινόμενος, γίνεται φοινικοβάλανος. ἐστι δὲ στρυφνός, στυπτικός, ὅδεν πινόμενος σὺν οἴνῳ αὐστηρῷ ποιεῖ πρὸς διάρροιαν καὶ ῥοῦν γυναικεῖον· ἵστησι δὲ καὶ αἱμορροίδας καὶ τραύματα κολλᾷ καταπλασθείς. αἱ δὲ φοινικοβάλανοι χλωραὶ στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν, κεφαλαλγεῖς δέ εἰσι καὶ πλείονες βρωθεῖσαι μεθύσκουσιν.