Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 109
Dioscurides Pedianus, De materia medica 66.109.2
Not analysed yet
2 αἱ δὲ ξηραὶ βοηθοῦσιν αἱμοπτυικοῖς, στομαχικοῖς, δυσεντερικοῖς καὶ τοῖς περὶ κύστιν καταπλασσόμεναι λεῖαι μετὰ κυδωνίου καὶ κηρωτῆς οἰνανθίνης, μάλιστα δὲ αἱ καρυὼτιδες ἐσθιόμεναι ἀρτηριῶν τραχύτητας ἰῶνται. τῶν δὲ Θηβαικῶν τὸ ἀφέψημα ποθὲν παύει καύσωνα, καὶ τὰς δυνάμεις ἀνακτᾶται μετὰ ὑδρομέλιτος παλαιοῦ λαμβανόμενον· καὶ αὐταὶ δὲ βρωθεῖσαι τὸ αὐτὸ ποιοῦσι. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν τὸ αὐτὸ δυνάμενος τῷ καρπῷ καὶ καθʼ ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς στύφει καὶ στέλλει.