Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 109
Dioscurides Pedianus, De materia medica 66.109.5
Not analysed yet
μελαίνει δὲ καὶ τρίχας τὸ ἀφέψημα αὐτῆς 5 σμηχόμενον συνεχῶς, ποτιζόμενον δὲ νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν καὶ σπλάγχνα ἁρμόζει, κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπιτεθεῖσα καὶ ἐαθεῖσα ἡμέρας εἵκοσι ψώρας θεραπεύει. καὶ ὁ περιεχόμενος δὲ ὑπʼ αὐτῆς καρπὸς ἐλάτη καλεῖται, ὑπʼ ἐνίων δὲ βόρασσος, καὶ αὐτὸς στυπτικὸς ὑπάρχων τὸ αὐτὸ δύναται τῇ σπάθῃ χωρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου λευκὸν πρόσφατον βιβρωσκόμενον καὶ ἀφεψόμενον ποιεῖ πρὸς ὅσα καὶ ὁ βόρασσος.