Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 109
Dioscurides Pedianus, De materia medica 66.109.4
Not analysed yet
φοῖνιξ, ὃν ἔνιοι ἐλάτην ἢ σπάθην καλοῦσι, περικάλυμμά 4 ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων χρῶνται δὲ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λιπαρὸν ἔχουσα τὸ ἐντός. δύναμιν δὲ ἔχει στυπτικήν, ἐφιστῶσαν τὰ νεμόμενα τῶν ἑλκῶν, χαλάσματά τε ἄρθρων συνάγει λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσμασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα καὶ ἡπατικὰς διαθέσεις μειγνυμένη τοῖς ἁρμόζουσι τῶν καταπλασμάτων.