Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 110
Dioscurides Pedianus, De materia medica 66.110.2
Not analysed yet
2 τῆς δὲ ὀξείας ὁ πυρὴν ξηρανθεὶς ἐν ἡλίῳ καὶ ἐπιπαττόμενος προσοψήμασι καὶ συνεψόμενος κοιλίαν καὶ στομάχου ῥεῦμα ἷστησιν, ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι αἱμοπτυικοὺς ὠφελεῖ πινόμενος, καὶ εἰς ἐγκάθισμα δυσεντερικῶν καὶ ῥοικῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμμα τῶν πυρήνων ἑψηθὲν καὶ μιγὲν μέλιτι πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ καὶ ἕδρᾳ ἕλκη καὶ πτερύγια τὰ ἐν δακτύλοις, νομάς τε καὶ ὑπεροχὰς καὶ ὠταλγίας καὶ τὰ ἐν μυκτῆρσι, καὶ μάλιστα τῆς ὀξείας. τὰ δὲ ἄνθη αὐτῆς, ἃ καὶ κύτινοι καλοῦνται, καὶ αὐτὰ στυπτικὰ καὶ ξηραντικὰ καὶ κατασταλτικὰ καὶ ἐναίμων κολλητικά, ἁρμόζοντα πρὸς ἃ καὶ ἡ ῥόα. τὸ δὲ ἀφέψημα αὐτῶν οὔλων πλαδώντων καὶ ὀδόντων σειομένων διάκλυθμα, ἀνακόλλημά τε ἐντεροκηλικοῖς ἐν καταπλάσματι.