Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 110
Dioscurides Pedianus, De materia medica 66.110.3
Not analysed yet
3 ἱστοροῦσι δέ τινες ἀνοφθαλμιάτους παῤ ὅλον τὸ ἔτος γίνεσθαι τοὺς καταπιόντας ὑγιεῖς τρεῖς κυτίνους ὡς ὅτι ἐλαχίστους. χυλίζονται δὲ ὡς ἡ ὑποκιστίς. καὶ τὰ λέπη δὲ τῆς ῥόας, ἅ τινες σίδια καλοῦσι, στυπτικὴν ἔχοντα καὶ αὐτὰ τὴν δύναμιν, πρὸς ὅσα καὶ οἱ κύτινοι ἁρμόζει. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἕλμεις τὰς πλατείας ποθὲν ἐκτινάσσει καὶ ἀποκτείνει.